Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.317 Joseph. AJ 12.322 (English) >>Joseph. AJ 12.327

12.320ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθʼ ἣν καὶ μετέπεσεν αὐτῶν ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία· τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν· 12.321ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ. 12.322τὴν δʼ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν. 12.323

Ἑώρταζε δὲ Ἰούδας μετὰ τῶν πολιτῶν τὴν ἀνάκτησιν τῆς περὶ τὸν ναὸν θυσίας ἐφʼ ἡμέρας ὀκτὼ μηδὲν ἀπολιπὼν ἡδονῆς εἶδος, ἀλλὰ πολυτελέσι μὲν καὶ λαμπραῖς ταῖς θυσίαις κατευωχῶν αὐτούς, ὕμνοις δὲ καὶ ψαλμοῖς τὸν μὲν θεὸν τιμῶν αὐτοὺς δὲ τέρπων. 12.324τοσαύτῃ δʼ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετʼ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφʼ ἡμέρας ὀκτώ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.317 Joseph. AJ 12.322 (English) >>Joseph. AJ 12.327

Powered by PhiloLogic